Kapitel 12
εἰ προκόψαι θέλεις, ἄφες τοὺς τοιούτους ἐπιλογισμούς. «ἐὰν ἀμελήσω τᾶν ἐμῶν, οὐχ ἕξω διατροφάς:» «ἐὰν μὴ κολάσω τὸν παῖδα, πονηρὸς ἔσται.» κρεῖσσον γὰρ λιμῷ ἀποθανεῖν ἄλυπον καὶ ἄφοβον γενόμενον ἢ ζῆν ἐν ἀφθόνοις ταρασσόμενον. κρεῖττον δὲ τὸν παῖδα κακὸν εἶναι ἢ σὲ κακοδαίμονα.
ἄρξαι τοιγαροῦν ἀπὸ τῶν σμικρῶν. ἐκχεῖται τὸ ἐλάδιον, κλέπτεται τὸ οἰνάριον: ἐπίλεγε ὅτι «τοσούτου πωλεῖται ἀπάθεια, τοσούτου ἀταραξία:» προῖκα δὲ οὐδὲν περιγίνεται. ὅταν δὲ καλῇς τὸν παῖδα, ἐνθυμοῦ, ὅτι δύναται μὴ ὑπακοῦσαι καὶ ὑπακούσας μηδὲν ποιῆσαι ὧν θέλεις: ἀλλ’ οὐχ οὕτως ἐστὶν αὐτῷ καλῶς, ἵνα ἐπ’ ἐκείνῳ ᾖ τὸ σὲ μὴ ταραχθῆναι.