Kapitel 11
μηδέποτε ἐπὶ μηδενὸς εἴπῃς ὅτι «ἀπώλεσα αὐτό,» ἀλλ’ ὅτι «ἀπέδωκα.» τὸ παιδίον ἀπέθανεν; ἀπεδόθη. ἡ γυνὴ ἀπέθανεν; ἀπεδόθη. «τὸ χωρίον ἀφῃρέθην.» οὐκοῦν καὶ τοῦτο ἀπεδόθη. «ἀλλὰ κακὸς ὁ ἀφελόμενος.» τί δὲ σοὶ μέλει, διὰ τίνος σε ὁ δοὺς ἀπῄτησε; μέχρι δ’ ἂν διδῷ, ὡς ἀλλοτρίου αὐτοῦ ἐπιμελοῦ, ὡς τοῦ πανδοκείου οἱ παριόντες.