Kapitel 52
ἐπὶ παντὸς πρόχειρα ἑκτέον ταῦτα: ἄγου δέ μ’, ὦ Ζεῦ, καὶ σύ γ’ ἡ Πεπρωμένη, ὅποι ποθ’ ὑμῖν εἰμι διατεταγμένος: ὡς ἕψομαί γ’ ἄοκνος: ἢν δέ γε μὴ θέλω, κακὸς γενόμενος, οὐδὲν ἧττον ἕψομαι.
ὅστις δ’ ἀνάγκῃ συγκεχώρηκεν καλῶς, σοφὸς παρ’ ἡμῖν, καὶ τὰ θεῖ’ ἐπίσταται.
«ἀλλ’, ὦ Κρίτων, εἰ ταύτῃ τοῖς θεοῖς φίλον, ταύτῃ γενέσθω.»
«ἐμὲ δὲ Ἄνυτος καὶ Μέλιτος ἀποκτεῖναι μὲν δύνανται, βλάψαι δὲ οὔ.»